Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.94 Joseph. AJ 11.99 (English) >>Joseph. AJ 11.104

11.97

Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήν τε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς ἐπιστολὰς ἐπιδεικνύντων τὰς Καμβύσου, διʼ ὧν ἐκώλυσεν ἐκεῖνος οἰκοδομεῖν τὸν ναόν, 11.98μαθὼν παρʼ αὐτῶν οὐκ ἀσφαλῆ τοῖς πράγμασιν αὐτοῦ τὴν τῶν Ἱεροσολύμων ἀποκατάστασιν ἔσεσθαι, ἐπεὶ καὶ τὰ παρὰ τοῦ Σισίννου καὶ τῶν σὺν αὐτῷ κομισθέντα ἀνέγνω γράμματα, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ζητηθῆναι τὰ περὶ τούτων. 11.99καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ βιβλίον, ἐν τάδε ἦν ἀναγεγραμμένα· “ἐν τῷ πρώτῳ τῆς βασιλείας ἔτει Κῦρος βασιλεὺς ἐκέλευσεν τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, ὕψος μὲν πηχῶν ἑξήκοντα εὖρος δὲ τῶν αὐτῶν, διὰ δόμων λιθίνων βία τε ξεστῶν τριῶν καὶ ξυλίνου δόμου ἑνὸς ἐγχωρίου. 11.100καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν τοῦ βασιλέως γίνεσθαι διετάξατο, καὶ τὰ σκεύη, συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν, ἀποδοθῆναι τοῖς Ἱεροσολυμίταις, 11.101τὴν δὲ ἐπιμέλειαν τούτων εἶναι Ἀναβασσάρου τοῦ ἐπάρχου καὶ τῆς Συρίας τε καὶ Φοινίκης ἡγεμόνος καὶ τῶν ἑταίρων αὐτοῦ, ὅπως αὐτοὶ μὲν ἀφέξονται τοῦ τόπου, τοῖς δὲ δούλοις τοῦ θεοῦ Ἰουδαίοις τε καὶ ἡγεμόσιν αὐτῶν ἐπιτρέψουσιν οἰκοδομηθῆναι τὸν ναόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.94 Joseph. AJ 11.99 (English) >>Joseph. AJ 11.104

Powered by PhiloLogic